Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.317 Joseph. AJ 17.322 (English) >>Joseph. AJ 17.326

17.320καὶ ἦσαν πόλεις αἳ Ἀρχελάῳ ὑπετέλουν Στράτωνός τε πύργος καὶ Σεβαστὴ σὺν Ἰόππῃ καὶ Ἱεροσολύμοις· Γάζαν γὰρ καὶ Γάδαρα καὶ Ἵππον, Ἑλληνίδες εἰσὶν πόλεις, ἀπορρήξας αὐτοῦ τῆς ἀκροάσεως Συρίας προσθήκην ποιεῖται. προσῄει δὲ Ἀρχελάῳ φορὰ χρημάτων τὸ κατʼ ἐνιαυτὸν εἰς τάλαντα ἑξακόσια ἐξ ἧς παρέλαβεν ἀρχῆς. 17.321

Καὶ τάδε μὲν τοῖς Ἡρώδου υἱέσιν τῶν πατρῴων παρῆν. Σαλώμῃ δὲ πρὸς οἷς ἀδελφὸς ἐν ταῖς διαθήκαις ἀπονέμει, Ἰάμνεια δὲ ἦν ταῦτα καὶ Ἄζωτος καὶ Φασαηλὶς καὶ ἀργυρίου ἐπισήμου μυριάδες πεντήκοντα, Καῖσαρ χαρίζεται καὶ τὴν ἐν Ἀσκάλωνι βασίλειον οἴκησιν. ἦν δὲ καὶ ταύτῃ πρόσοδος ἐκ πάντων ταλάντων ἑξήκοντα τὸ ἐπʼ ἔτος· καὶ αὐτῆς οἶκος ἦν ἐν τῇ Ἀρχελάου ἀρχῇ. 17.322κομίζονται δὲ καὶ οἱ λοιποὶ τοῦ βασιλέως συγγενεῖς ὁπόσα αἱ διαθῆκαι διηγόρευον. δυοῖν δʼ αὐτοῦ θυγατράσιν παρθένοις χωρὶς ὧν πατὴρ κατέλιπεν Καῖσαρ ἑκατέρᾳ δωρεὰν ἐπετίθει μυριάδων ἀνὰ πέντε καὶ εἴκοσι ἀργυρίου ἐπισήμου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρου υἱέσιν. 17.323χαρίζεται δὲ καὶ ὁπόσα αὐτῷ καταλέλειπτο τοῖς παισὶν τοῦ βασιλέως ὄντα πεντακοσίων ταλάντων καὶ χιλίων, ὀλίγα τῶν σκευῶν ὑπεξελόμενος οὐχ οὕτως μεγέθει τέλους ὡς μνήμῃ τοῦ βασιλέως αὐτῷ κεχαρισμένα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.317 Joseph. AJ 17.322 (English) >>Joseph. AJ 17.326

Powered by PhiloLogic